«Τά τῆς Μαρίας δάκρυα» – Η’ Ἐωθινόν Δοξαστικόν

Ἦχος πλ.δ΄

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
Τὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς·
ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὦ Ἰησοῦ·
ἀλλ’ ἔτι πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀσθενής·
διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαί σοι Χριστέ.
Ἀλλ’ ὅμως κήρυξ πέμπεται τοῖς σοῖς μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε,
τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα.
Μεθ’ ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε.

“Τὰ τῆς Μαρίας δάκρυα…” – Η’ Ἐωθινόν Δικαστικόν – ήχος πλ.δ
Ψάλλει ο Άρχων Πρωτοψάλτης της Μ.Τ.Χ.Ε. κ. Παναγιώτης Νεοχωρίτης

Πρόσφατες αναρτήσεις

ΕΓΓΡΑΦΗ EMAIL

Πρόσφατες αναρτήσεις

ΕΓΓΡΑΦΗ EMAIL

Απαρχή © 2022. Με επιφύλαξη παντός νομίμου δικαιώματος.