Εἰς τὰ ἅγια νήπια

Εἰς τὰ ἅγια νήπια - Λειτουργικά κείμενα - Λατρευτική ζωή - Απαρχή

Μηνὶ τῷ αὐτῷ κθ΄, κοντάκιον τῶν ἁγίων νηπίων, φέρον ἀκροστιχίδα τήνδε·
τοῦ ταπεινοῦ Ῥωμανοῦ
ἦχος πλ. β´, πρός· Τὴν ὑπὲρ ἡμῶν.

Προοίμιον

Ἐν τῇ Βηθλεὲμ τεχθέντος τοῦ βασιλέως,
μάγοι ἐκ Περσῶν σὺν δώροις ἐπιδημοῦσι
δι’ ἀστέρος ἐξ ὕψους ὁδηγούμενοι·
ἀλλ’ Ἡρώδης ταράσσεται καὶ θερίζει τὰ νήπια ὥσπερ σῖτον, ὀδυρόμενος
ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ. […]

Οἶκος γ΄.

Ὑπνώσας ἐν εἰρήνῃ ἄφνω ἠγέρθη,
καὶ ἦν τεταραγμένος ὑπὸ δειλίας·
φόβῳ γὰρ συνείχετο ὁ Ἡρώδης, καὶ ἔτρεμεν τοῦ τεχθέντος τὸ ὄνομα.
Μαθὼν γὰρ ἐκ τῶν μάγων τὴν δύναμιν τοῦ βρέφους,
τῷ γέλωτι συμμείξας πένθος ἐκβοᾷ·
«Ὢ τῶν ἀδοκήτων κακῶν, ὅτι βρέφος πτοοῦμαι.
Ὢ τῶν ἀθλίων λογισμῶν, ὅτι παιδίον τρέμω ὅπερ οὐκ εἶδον.
Πόντου καὶ γῆς ἐδέσποσα, καὶ νήπιον ταράττει με·
τί οὖν τελέσω σήμερον; τί πράξω εἰς τὴν αὔριον;
Ἐξαίφνης πᾶσαν τὴν γῆν κατεφώτισεν ἀστήρ, καὶ ἐκήρυξεν αὐτὸν
βασιλέα ἰσχυρὸν καθαιροῦντα τὴν ἐμὴν βασιλείαν, καὶ θρηνῶ
ὅτι τὸ κράτος μου καθαιρεῖται ταχύ.»

Οἶκος δ΄.

Τούτους τοὺς λόγους ἀπορῶν ἀπεφθέγγετο,
καὶ κινῶν τοὺς λογισμοὺς ἐνεθυμεῖτο
πῶς καθαιρεθήσεται διὰ τάχους τὸ νήπιον ὅπερ μάγοι ἐκήρυξαν·
καὶ τὸν στρατὸν καλέσας, παρέχει παρρησίαν
βοήσας πᾶσιν οὕτως τραχείᾳ φωνῇ·
«Πορεύεσθε ταχὺ ἐπὶ τὰς πόλεις καὶ χώρας
καθωπλισμένοι, γεγαυρωμένοι καὶ ἀσπλαγχνίαν ἐνδεδυμένοι,
καὶ πάντα ἀποκτείνατε τῆς Βηθλεὲμ τὰ ἔκγονα·
οὐκ ἔχει οὖν δυσκολίαν, οὐ δειλίαν ὁ πόλεμος·
πρὸς βρέφη πέμπω ὑμᾶς διετῆ καὶ τρυφερά· ὁ κωλύων οὐδεὶς
πρόσταγμα βασιλικόν· πάντες τρέμουσι λαοὶ καὶ οὐ λέγουσί ποτε
ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.»

Οἶκος ε΄.

Ἀκούσας ὁ στρατὸς τὰ εἰρημένα,
ἀπεκρίθη παρευθὺς πρὸς τὸν Ἡρώδην·
«Ταῦτα ἃ προσέταξας ἐκτελέσαι δεδοίκαμεν, μήπως γέλως γενώμεθα.
Ποῖος γὰρ τῶν ἀφρόνων ἀνθρώπων οὐ γελάσει
ὅτι κατὰ νηπίων στρατευόμεθα;
Εἰ Βηθλεέμ ἐστι γῆ τοῦ τεχθέντος παιδίου,
κέλευσον ἡμᾶς, καὶ ὅλην τάχος διερευνῶμεν, βάρεις καὶ οἴκους.
Οὐδείς σοι λέγει, δέσποτα· Μὴ φρόντιζε τοῦ πράγματος·
οὐδείς σοι καταμέμφεται· ἐρευνῶν ἅπερ ἔμαθες,
κατάδραμε, κατάδραμε τὸν ἐλθόντα ἐπὶ γῆς ἀπὸ τοῦ οὐρανοῦ.
Ἔθος ἦν τῇ Βηθλεὲμ προφέρειν βασιλεῖς· μὴ οὖν προσκρούσης αὐτῇ
ὅτι τὸ κράτος σου καθαιρεῖται ταχύ. […]

Οἶκος ζ΄.

Εὐθὺς ἐνωτισθεὶς τὰ εἰρημένα
παρὰ τῶν στρατιωτῶν, ὁ παιδοκτόνος
ὥσπερ πῦρ ἐγένετο καὶ βολίδας ἐξέπεμπεν τῆς ὀργῆς τὰ ὁρμήματα,
οὐ φλέγων ἐν ἀκάνθαις, ἀλλὰ φονεύων βρέφη
καὶ καταμολύνων αἵμασι τὴν γῆν·
ἐσείσθη γὰρ τὸν νοῦν καὶ ἐσκοτίσθη τὰς φρένας,
οὐκ ἀπὸ μέθης, ἀλλ’ ἀπὸ φθόνου· βότρυς πικρίας αὐτὸς ὑπάρχων,
τοὺς νέους κλάδους ἔτεμεν ὑπὲρ ἑνὸς ὁ ἄδικος,
καὶ τούτους μὲν ἀπέκοψεν, ἐκεῖνον δὲ οὐκ ἔφθασεν·
καὶ διὰ τοῦτο θυμοῦ ἐνεπλήσθη χαλεποῦ, ὅτι ἤκουσεν φωνῆς
καθαιρούσης τὴν αὐτοῦ βασιλείαν ἀψευδῶς, καὶ διέμενε θρηνῶν
ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.

Οἶκος η΄.

Ἰχνεύσας ἡ ἀλώπηξ τὸν μέγαν σκύμνον,
διεγείρει κατ’ αὐτοῦ τοὺς κακοὺς κύνας
ἔσωθεν καὶ ἔξωθεν Βηθλεὲμ περιτρέχοντας καὶ ζητοῦντας τὸ θήραμα·
τοὺς ἄρνας δὲ σπαράττει, οὐχὶ δὲ τὸν λέοντα·
τῷ βλέμματι γὰρ τούτου οὐκ ἀντοφθαλμεῖ.
Τὸν ἀετὸν γῦπες ἐπὶ τὰ ὄρη ἐζήτουν·
ἦν δὲ ἐκεῖνος ἐν ἀποκρύφῳ, σκέπων καὶ θάλπων ταῖς αὐτοῦ πτέρυξι
τὴν νοσσιὰν ἣν ἔκτισε χειρὶ ἰδίᾳ πρότερον,
κἂν ἄρτι τοῦτον τέτοκε παρθένος, μήτηρ ἄνανδρος·
αὐτὸς γὰρ ταύτης πατὴρ καὶ τοῦ κόσμου ποιητὴς καὶ εἰρήνης φυτουργός·
κἂν Ἡρώδης πολεμῇ κοπιῶν ἀνωφελῶς, θρηνήσει δὲ ἀψευδῶς
ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ. […]

Οἶκος ι΄.

Ὁ ἦχος τῶν θρηνούντων τοὺς νέους παῖδας
ὡς βροντὴ ἐπὶ γῆς κτύπον ἐποίει·
βουνοὶ γὰρ καὶ φάραγγες καὶ κοιλάδες τῶν ὀρῶν ἀντηχοῦντες ὠλόλυζον·
τὴν οἰμωγὴν ἐκείνην ὥσπερ ἀφομοιοῦντες,
συνέπασχον ἀλλήλοις συγκοπτόμενοι.
Ἦν δὲ ἰδεῖν τότε πλήρης αἱμάτων τὴν γαῖαν,
τὴν ἔρημόν τε καὶ ἀοικήτους, ὅτι καὶ μέχρι τούτων ἐκτείνει
τὸν θυμὸν ὁ παράνομος καὶ ὄντως ὑπερήφανος·
τὰς μητέρας γὰρ ἤλαυνεν, καὶ φθάνων ταύτας ἥρπαζεν
ἐκ τῶν ἰδίων ἀγκαλῶν ὡς στρουθία νεοσσοὺς μέλος ᾄδοντα γλυκύ,
καὶ κατέσφαζεν αὐτά, μὴ νοῶν ὁ δυσμενὴς ὅτι καὶ ταῦτα ποιῶν
τὸ κράτος αὐτοῦ καταλυθήσεται ταχύ.

 Οἶκος ια΄.

Ὑπήντων ταῖς μητράσι γυμνῷ τῷ ξίφει
βασταζούσαις τὰ βρέφη οἱ στρατιῶται·
φόβῳ δὲ πτοούμεναι, ἃ ἐβάσταζον ἔρριπτον ἅπερ πόθῳ ἐθήλαζον·
δειλὸν γὰρ φύσει ἐστὶν τὸ γένος τῶν θηλείων,
εἰ καὶ προπετὲς πέλει καὶ θρασύτατον.
Ὅθεν αἱ μὲν αὐτῶν τοὺς φονευτὰς ἐλιπάρουν
καὶ τοὺς αὐχένας αὐτοῖς παρεῖχον, προτελευτῆσαι ἐπιθυμοῦσαι
τῶν τέκνων ἤπερ ὄψεσθαι αὐτὰ κατασφαζόμενα·
καὶ μάρτυς τούτου ἄξιος ἥτις μήτηρ ἐγένετο·
ὅθεν ἐβόων πικρῶς· «Ἀποκτείνετε αὐτά, ἀλλ’ ὁ κόλπος Ἀβραὰμ
ὑποδέξεται αὐτὰ ὡς τὸν Ἄβελ τὸν πιστόν· ὁ Ἡρώδης δὲ θρηνεῖ
ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.» […]

 Οἶκος ιγ΄.

 Ὢ κακία, ὢ μανία τοῦ βασιλέως.
Ὢ ἀνοίκτιστος τρόπος, ὅτι νηπίοις
πόλεμον ἐξήγειρε, καὶ τὸ γένος τὸ ἴδιον οὐδὲ ὅλως ᾠκτείρησε.
Τῶν τέκνων τῶν ἰδίων οὐχ ὑπεμνήσθη τότε,
οὐδ’ ὅτι μία φύσις τοῖς πᾶσίν ἐστιν·
οὐκ ᾤκτειρεν γονεῖς, ἀλλ’ ὀργισθεὶς ἐμεθύσθη
καὶ ἑαυτόν τε πρῶτον ἠγνόει, καὶ τότε πάντας τοὺς ὁμοφύλους,
ἐπιδραμὼν τοῖς ἅπασιν ὥσπερ θηρίον ἄγριον,
ὅταν φεύγῃ τοὺς βάλλοντας παγίδας καὶ διώκοντας.
Πατέρες ἔκλαιον υἱοὺς καὶ μητέρες σὺν αὐτοῖς, καὶ οὐδὲν τὸν ἀναιδῆ
ἔμελε περὶ αὐτῶν, ἀλλ’ ἢ μόνον αὐτὸς τοῦτο ἐφρόντιζε θρηνῶν
ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.

Οἶκος ιδ΄.

Μαχαίραις ἀνηλεῶς ἀπεκτάνθησαν,
ὡς ἐν σχήματι φόνου, ἄμεμπτα βρέφη.
Τὰ μὲν ἐκεντήθησαν ἀπρεπῶς καὶ ἀπέψυξαν, τὰ δὲ διεμερίσθησαν·
ἄλλα κάρας ἐτμήθη, τοὺς μασθοὺς τῶν μητέρων
καθέλκοντα καὶ γάλα ποτιζόμενα,
ὡς ἐκ τούτου λοιπὸν ἐν τοῖς μασθοῖς κρεμασθῆναι
τὰ τῶν νηπίων σεπτὰ κρανία, καὶ τὰς θηλὰς δὲ κατασχεθῆναι
ἔνδον αὐτῶν τοῦ στόματος τοῖς ὀδοῦσι τοῖς τρυφεροῖς.
Διπλαῖ τότε γέγοναν ὀδύναι καὶ ἀφόρητοι
ταῖς θηλαζούσαις γυναιξὶ διασπωμέναις φυσικῶς ὑπὸ παίδων διετῶν,
στερουμέναις δὲ αὐτῶν, ὡς φησὶν ὁ βασιλεύς· διὰ τοῦτο καὶ θρηνεῖ
ὅτι τὸ κράτος αὐτοῦ καθαιρεῖται ταχύ.

Ρωμανοῦ τοῦ Μελωδοῦ, Εἰς τὰ ἅγια νήπια, μτφρ. καὶ ἐπίμετρο Γιάννη Δάλλα