Πεζές | Ἰαμβικές |
---|---|
Ὠδὴ α’ Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἄρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται. | Ὠδὴ α’ Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ, Ἐρρητόρευσε τὸν θεόγραφον νόμον. Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα καὶ μυεῖται Πνεύματος, Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν. |
Ὠδὴ γ’ Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρὸς ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε. | Ὠδὴ γ’ Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας, Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, Μόνῃ προσευχῇ τῆς προφήτιδος πάλαι, Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, Πρὸς τὸν δυνάστην καὶ Θεὸν τῶν γνώσεων. |
Ὠδὴ δ’ Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ’ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα· τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας. | Ὠδὴ δ’ Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου, Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, ᾌδουσι· Δόξα τῷ κράτει σου Κύριε. |
Ὠδὴ ε’ Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα. | Ὠδὴ ε’ Λυτήριον κάθαρσιν ἀμπλακημάτων, Πυρίπνοον δέξασθε Πνεύματος δρόσον, Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας. Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις. |
Ὠδὴ ς’ Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε. | Ὠδὴ ς’ Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, Ἵν’, ὡς προφήτην θηρὸς ἐκ θαλαττίου Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα. |
Ὠδὴ ζ’ Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. | Ὠδὴ ζ’ Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας, Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη, Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ. |
Ὠδὴ η’ Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε. Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. | Ὠδὴ η’ Λύει τὰ δεσμά, καὶ δροσίζει τὴν φλόγα, Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος. Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην, Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις. |
Ὠδὴ θ’ Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν. | Ὠδὴ θ’ Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος· Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα, Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως, ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν. |
Επεισόδια Ad Hoc
Ευαγγέλιο Κυριακής
Απόστολος Κυριακής
«Τῶν μοναστῶν τά πλήθη...»
Δοξαστικό των Αποστίχων εις την εορτή του Οσίου Αντωνίου του Μεγάλου. Δόξα Πατρὶ καὶ Υἱῷ…
«Τὴν χεῖρά σου τὴν ἁψαμένην...»
Δοξαστικό της Θ' Ώρας των Μεγάλων Ωρών των Θεοφανείων. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ…
Διπλές Καταβασίες της εορτής των Θεοφανείων
Οἱ διπλές Καταβασίες τῆς ἐορτής τῶν Θεοφανείων πλήν τῆς Θ' Ὠδῆς. Ωδή Α'. Ἦχος β.…
«Ἐξεχύθη ἡ χάρις...»
Δοξαστικό τῶν Αίνων τῆς ἐορτής τοῦ Ἁγίου Βασιλείου, ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ Μεγάλου. Δόξα Πατρὶ…
Ιδιόμελα των Μεγάλων Ωρών των Χριστουγέννων
Τα Ιδιόμελα τα οποία ψάλλονται κατά την ακολουθία των Μεγάλων Ωρών. Ἦχος πλ. δ’ Βηθλεὲμ…
«Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος...»
Δοξαστικό τῶν Αἶνων τῶν Πατέρων. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. ΠΡΩΤΟΤΥΠΟΑΠΟΔΟΣΗ ΣΤΗ ΝΕΟΕΛΛΗΝΙΚΗΤῶν…
«Ὅσιε πάτερ μακάριε, Σπυρίδων σοφέ...»
Δοξαστικό τοῦ Ἐσπερινοῦ του Ἁγίου Σπυρίδωνος τοῦ Θαυματουργοῦ Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.…
«Ὄρθρος ἦν βαθύς…»
Δ’ Εωθινόν Δοξαστικό – Ἦχος δ’. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. ΠΡΩΤΟΤΥΠΟΑΠΟΔΟΣΗ ΣΤΗ…
«Τῶν Μοναστῶν τὰ πλήθη...»
Δοξαστικό τῶν Ἀποστίχων του Ὁσίου Σάββα τοῦ Ἡγιασμένου Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.…
«Ἀθλητικήν ὁδεύσασα ὁδόν...»
Δοξαστικό τῶν Αίνων τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.Καί νῦν…
«Τῆς Μαγδαληνῆς Μαρίας...»
Γ’ Εωθινόν Δοξαστικό – Ἦχος γ’. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. ΠΡΩΤΟΤΥΠΟΑΠΟΔΟΣΗ ΣΤΗ…
«Μετά μύρων προσελθούσαις...»
Β’ Εωθινόν Δοξαστικό – Ἦχος βαρύς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. ΠΡΩΤΟΤΥΠΟΑΠΟΔΟΣΗ ΣΤΗ…
«Εἰς το ὄρος τοῖς Μαθηταῖς...»
Α’ Εωθινόν Δοξαστικό – Ἦχος α’. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. ΠΡΩΤΟΤΥΠΟΑΠΟΔΟΣΗ ΣΤΗ…
«Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα...»
Δοξαστικό τῶν Ἀποστίχων τῶν Εἰσοδίων τῆς Ὑπεραγίας Θεοτόκου Μαρίας. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ…
«Φανερῶν σεαυτόν, τοῖς μαθηταῖς...»
ΙΑ’ Εωθινόν Δοξαστικό – Ἦχος πλ. δ’. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. ΠΡΩΤΟΤΥΠΟΑΠΟΔΟΣΗ…
«Ὅπου ἐπισκιάσῃ ἡ χάρις σου Ἀρχάγγελε...»
Δοξαστικό τῶν Αἴνων της Σύναξεως τῶν ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριὴλ καὶ τῶν λοιπῶν ἀσωμάτων δυνάμεων…
«Μετά τήν εἰς Ἄδου κάθοδον…»
Ι’ Εωθινόν Δοξαστικό – Ἦχος πλ. β’ Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. ΠΡΩΤΟΤΥΠΟΑΠΟΔΟΣΗ…
«Ὤς επ’ ἐσχάτων τῶν χρόνων...»
Ζ’ Εωθινόν Δοξαστικό - Ἦχος πλ. α’ Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. ΠΡΩΤΟΤΥΠΟΑΠΟΔΟΣΗ…
«Σήμερον συγκαλεῖται ἡμᾶς...»
Δοξαστικό Ἐσπερινοῦ τῆς ἐορτῆς τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου - Ἦχος πλ. β' Δόξα Πατρὶ καὶ…
«Τά τῆς Μαρίας δάκρυα…»
Η' Εωθινόν Δοξαστικό - Ἦχος πλ. δ' ΠρωτότυποΑπόδοση στη ΝεοελληνικήΤὰ τῆς Μαρίας δάκρυα οὐ μάτην…
«Εὐλόγησον τόν στέφανον τοῦ ἐνιαυτοῦ...»
Απολυτίκιο της Αρχής της Ινδίκτου Πρωτότυπο - Ἦχος α' Απόδοση στη ΝεοελληνικήὉ πάσης δημιουργὸς τῆς…
«Αἱ γενεαί πᾶσαι, μακαρίζομέν Σε...»
Ειρμός της θ' Ωδής της Κοιμήσεως της Θεοτόκου Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν…
«Βασιλεῦ οὐράνιε...»
Δοξαστικό των Αίνων τής Κυριακής τής Πεντηκοστής Δόξα... Καὶ νῦν... Πρωτότυπο - Ἦχος πλ. β'…
«Τῷ Σωτῆρι Θεῷ...»
Α΄ καί Θ΄ ᾨδή τῶν Καταβασιῶν τῆς ἐορτῆς τῆς Ἀναλήψεως ᾨδή Α' Πρωτότυπο - Ἦχος…
«Ὅσιε Πάτερ τῆς φωνῆς τοῦ Εὐαγγελίου...»
Δοξαστικό της Λιτής του Οσίου Σεραφείμ του Δομβοΐτου Δόξα Πατρί. Καί νῦν. Πρωτότυπο - Ἦχος…
«Ἀνέτειλε τὸ ἔαρ...»
Δοξαστικό Αίνων της εορτής του Αγίου Μεγαλομάρτυρος Γεωργίου του Τροπαιοφόρου Δόξα Πατρί. Καί νῦν. Ἀνέτειλε…
«Σιγησάτω πᾶσα σάρξ βροτεία…»
Πρωτότυπο - Ἦχος πλ. α' Απόδοση στη ΝεοελληνικήΣιγησάτω πᾶσα σάρξ βροτεία, καὶ στήτω μετὰ φόβου…
«Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα Γυνή...»
Πρωτότυπο - Ἦχος πλ. δ' Απόδοση στη ΝεοελληνικήΚύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα Γυνή,Κύριε, η…