Καταβασίες Αναλήψεως – Τῷ Σωτῆρι Θεῷ

Καταβασίες Αναλήψεως - Τῷ Σωτῆρι Θεῷ - Λειτουργικά Κείμενα - Λατρευτική Ζωή - Απαρχή
Ήχος πλ. α’
Ὠδὴ α’
Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν,
ποσὶν ἀβρόχοις ὁδηγήσαντι,
καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι·
αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Ὠδὴ γ’
Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ,
στερέωσόν μου τὴν διάνοιαν,
εἰς τὸ ὑμνεῖν, καὶ δοξάζειν σου
τὴν σωτήριον Ἀνάληψιν.
Ὠδὴ δ’
Εἰσακήκοα τὴν ἀκοήν, τῆς δυναστείας
τοῦ Σταυροῦ σου, ὡς Παράδεισος
ἠνοίγη δι’ αὐτοῦ, καὶ ἐβόησα·
Δόξα τῇ δυνάμει σου Κύριε.
Ὠδὴ ε’
Ὀρθρίζοντες βοῶμέν σοι Κύριε,
Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν,
ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
Ὠδὴ ς’
Ἐκύκλωσέ με ἄβυσσος, ταφή μοι
τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα,
πρὸς σε τὸν φιλάνθρωπον,
καὶ ἔσωσέ με ἡ δεξιὰ σου Κύριε.
Ὠδή ζ’
Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους
σώσας Παῖδας, εὐλογητὸς ὁ Θεός,
ὁ τῶν πατέρων ἡμῶν.
Ὠδὴ η’
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων,
γεννηθέντα Υἱὸν καὶ Θεόν,
καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων,
σαρκωθέντα, ἐκ Παρθένου Μητρός,
ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Σέ τήν ὑπέρ νοῦν καί λόγον Μητέρα
Θεοῦ, τήν ἐν χρόνῳ τόν ἄχρονον
ἀφράστως κυήσασαν, οἱ πιστοί
ὁμοφρόνως μεγαλύνομεν.
Καταβασίες Αναλήψεως – Τῷ Σωτῆρι Θεῷ
Ήχος πλ. α’