Δοξαστικό αίνων Κυριακής του Τυφλού

Δοξαστικό αίνων Κυριακής του Τυφλού - Λειτουργικά Κείμενα - Θεολογία - Απαρχή

Τίς λαλήσει τὰς δυναστείας σου Χριστέ, ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὡράθης ἐπὶ γῆς δι’ ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις· οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς· ὅθεν Θεόν σε ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.

Δοξαστικό αίνων Κυριακής του Τυφλού – Ήχος πλ. δ’
Τίς λαλήσει τὰς δυναστείας σου Χριστέ